Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.25 | Dem. 21.28 (English) | >>Dem. 21.30 |
21.26ἐγὼ δʼ ἓν μὲν ἐκεῖνʼ εὖ οἶδα , καὶ ὑμᾶς δʼ εἰδέναι χρή , ὅτι εἰ μὴ προὐβαλόμην αὐτόν , ἀλλʼ ἐδικαζόμην , οὑναντίος ἧκεν ἂν εὐθύς μοι λόγος , ὡς εἴπερ ἦν τι τούτων ἀληθές , προβάλλεσθαί μʼ ἔδει καὶ παρʼ αὐτὰ τἀδικήματα τὴν τιμωρίαν ποιεῖσθαι · ὅ τε γὰρ χορὸς ἦν τῆς πόλεως , ἥ τʼ ἐσθὴς τῆς ἑορτῆς εἵνεκα πᾶσα παρεσκευάζετο , ἐγώ θʼ ὁ πεπονθὼς ταῦτα χορηγὸς ἦν · τίς ἂν οὖν ἑτέραν εἵλετο τιμωρίαν ἢ τὴν ἐκ τοῦ νόμου κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων οὖσαν ;
21.27ταῦτʼ εὖ οἶδʼ ὅτι πάντʼ ἂν ἔλεγεν οὗτος τότε . φεύγοντος μὲν γάρ , οἶμαι , καὶ ἠδικηκότος ἐστὶ τὸ τὸν παρόντα τρόπον τοῦ δοῦναι δίκην διακρουόμενον τὸν οὐκ ὄνθʼ ὡς ἔδει γενέσθαι λέγειν , δικαστῶν δέ γε σωφρόνων τούτοις τε μὴ προσέχειν καὶ ὃν ἂν λάβωσιν ἀσελγαίνοντα κολάζειν .
21.28μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε , ὅτι καὶ δίκας ἰδίας δίδωσʼ ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως · δίδωσι γάρ · ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκα , ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ , τοῦτο δεικνύτω · τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην , καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς . εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας , καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί , χάριν , οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.25 | Dem. 21.28 (English) | >>Dem. 21.30 |